Η θολο"καραμέλλα" της ετυμολογίας των εσχάτων
Σελίδα 1 από 1
Η θολο"καραμέλλα" της ετυμολογίας των εσχάτων
vas019 έγραψε:Υπάρχουν πολλοί Σύγχρονοι εκκλησιαστικοί παράγοντες, που κινούνται παρέα με ερμηνευτικές πλάνες και χρησιμοποιούν μια μόνο από τις ετυμολογικες ερμηνείες για τα έσχατα,
σαν να πρόκειται για τη μοναδική. έτσι συντελούν στην πλάνη και απόκρυψη των ορθοδόξων πληροφοριών και μαρτυριών.
μεταδίδουν δηλαδή υποσυνείδητα το μήνυμα ότι είναι αδύνατον να υπάρχουν συγκεκριμένες σχετικές πληροφορίες χρονικού προσδιορισμού
της εσχάτης ημέρας της συντελείας και ότι το χρονικό διάστημα που αναφέρεται είναι παντελώς αδύνατο να προσδιοριστεί για πάντα, ανεξάρτητα
από την χρονική εγγύτητα και την σύγκλιση προφητειών, ιστορικών γεγονότων και νεότερων αποκαλύψεων στη ζωντανή εκκλησία του αγίου Πνεύματος
.
για να φωτίσουμε την αλήθεια με την πατερική συνδρομή όπως συνήθως, παρά βάλουμε ορισμένα εδάφια που δείχνουν ότι τόσο στην αγία γράφη,
όσο και στους πατέρες η λέξη εσχατα, συνδυάζεται με άλλες λέξεις για να προσδώσει διαφορετικό νόημα σε σχέση με την ευρύτερη παράγραφο που αναφέρεται.
υπάρχουν περιπτώσεις που ίδιες λέξεις ανάλογα με το γενικότερο νόημα αναφέρονται σε διαφορετικές χρονικές περίοδους.
Συνηθως οι εσχατοι καιροι αναφέρονται στην περιοδο μεταξυ δυο Παουσιων ενω η εσχατη ημέρα στην συντέλεια.
----------------------------------
-Ιωάν. 6:39 τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με πατρός, ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
Ιωάν. 6:40 τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.
Ιωάν. 6:44 οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.
Ιωάν. 6:54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.
Ιωάν. 11:24 λέγει αὐτῷ Μάρθα· οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
Ιωάν. 12:48 ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ·
Ιωάν. 7:37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.
Πράξ. 2:17 καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται·
2Τιμ. 3:1 Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί·
Εβρ. 1:2 ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν·
1Πέτ. 1:5 τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ·
1Πέτ. 1:20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ' ἐσχάτων τῶν χρόνων δι' ὑμᾶς
2Πέτ. 3:3 τοῦτο πρῶτον γινώσκοντες, ὅτι ἐλεύσονται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμπαῖκται, κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι
1Ιωάν. 2:18 Παιδία, ἐσχάτη ὥρα ἐστί, καὶ καθὼς ἠκούσατε ὅτι ὁ ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν.
Αποκ. 21:9 Καὶ ἦλθεν εἷς τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας τὰς γεμούσας τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησε μετ' ἐμοῦ λέγων· δεῦρο δείξω σοι τὴν νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου.
amnos- Αριθμός μηνυμάτων : 1146
Ημερομηνία εγγραφής : 08/03/2013
Απ: Η θολο"καραμέλλα" της ετυμολογίας των εσχάτων
vas019 έγραψε:Ταῦτα ὑμῖν ἀναγκαίως διεπεμψάμεθα, ἀγαπητοί, τὸ κεκριμένον τῆς ἡμετέρας ἐξε τάσεώς τε καὶ συγκαταθέσεως φανερὸν ὑμῖν καθιστῶντες καὶ ὡς εὐλόγως τότε μὲν καὶ μέχρις ἐσχάτης ὥρας ἐνιστάμεθα,
Τοῦ ἁγίου Ἀθανασίου· ὅτι ἡ ἐν Νικαίᾳ σύνοδος ἑωρακυῖα τὴν πανουργίαν τῶν περὶ Εὐσέβιον ἐξέθετο πρεπόντως καὶ εὐσεβῶς κατὰ τῆς ἀρειανῆς αἱρέσεως τὰ ὁρισθέντα., 33.17
------------------------------------------
-καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν καὶ πᾶσαν τὴν οἰκονομίαν πληρώσαντα καὶ πεντήκοντα ἡμερῶν πληρου μένων ἀναληφθέντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ πατρὸς καὶ ἐλευσόμενον ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἀναστάσεως τῇ δόξῃ τῇ πατρικῇ ἀποδιδόντα ἑκάστῳ
8.5
τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, τὸν καὶ ἐπ' ἐσχάτων ἡμερῶν , 22.6
userκαὶ πληρωθεισῶν τεσσαράκοντα ἡμερῶν ἀνελήφθη εἰς τοὺς οὐρανοὺς καὶ καθέζεται ἐν δεξιᾷ τοῦ πατρὸς ἐλευσόμενος ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ 30.6
Τοῦ αὐτοῦ, ΑΘΑΝΑΣΙΟΥ, ἐπιστολὴ περὶ τῶν γενομένων ἐν τῇ Ἀριμίνῳ τῆς Ἰταλίας καὶ ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας συνόδων.
--------------------------------
Ἔσται ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου ἐπ' ἐσχάτῳ τῶν ἡμερῶν· δηλούσης τῆς λέξεως ταύτης τὴν γενομένην αὐτοῦ φανέρωσιν, κατὰ τὴν ἐπιδημίαν ἐπὶ συντελείᾳ τῶν αἰώνων· ἢ, ἐξ ὄρους ἁγίου, ἐκ τοῦ οὐρανοῦ. Ὄρος ἅγιον Θεοῦ ἡ ὑπερφυὴς γνῶσις αὐτοῦ.
27.69 Αθανασιου,ΨΑΛΜΟΣ Αʹ. Ὑπόθεσις
------------------------------------------------
Χοῦν δὲ τοὺς λαοὺς, τοὺς ἔτι χοϊκώτερον ζῶντας, καὶ ἔτι νῦν ἀπιστοῦντας, καὶ αὐτοὺς δὲ οἰκτιρμῶν φησιν ἀξίους εἶναι. Τηρεῖται γὰρ εἰς τὴν ἐσχάτην ἡμέραν τὸ λείψανον· σωθήσονται γὰρ καὶ αὐτοὶ διὰ Ἠλίου τοῦ προφήτου.
27.428 -- Αθανασιου
----------------
-Ὅλην τὴν ἡμέραν διετέλεσα μυκτηριζόμενος. 2.66 Ὅτι
ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ'
ἄκρων τῶν ὀρέων. Ἔσχαται ἡμέραι αἱ προσεγγίζουσαι τῇ συντελείᾳ τοῦ χρό νου
τούτου λέγονται. Συναπαρτίζεται γὰρ τῷ φθαρτῷ τούτῳ κόσμῳ καὶ ἡ τοῦ χρόνου
φύσις τοῦ παραῤῥέοντος.
------------------ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΗΣΑΙΑΝ, ΜΕΓ. ΒΑΣΙΛΕΙΟΣ
Ἔστι δὲ καὶ ὁ Κύριος ἡμῶν καὶ αὐτὸς τὸ τέλος καὶ ἡ ἐσχάτη μακαριότης
κατὰ τὴν τοῦ Λόγου ἐπίνοιαν. Τί γάρ φησιν ἐν τῷ Εὐαγγελίῳ; «Κἀγὼ ἀναστήσω
αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ», ἀνάστασιν λέγων τὴν ἀπὸ τῆς ἐνύλου γνώσεως ἐπὶ τὴν
ἄϋλον θεωρίαν μετά βασιν, ἐσχάτην δὲ ἡμέραν τὴν γνῶσιν ταύτην εἰπὼν μεθ' ἣν
οὐκ ἔστιν ἑτέρα. Τηνικαῦτα γὰρ ὁ νοῦς ἡμῶν ἐξανίσ ταται καὶ πρὸς ὕψος μακάριον
διεγείρεται, ὁπηνίκα ἂν θεωρήσῃ τὴν ἑνάδα καὶ μονάδα τοῦ Λόγου. Ἀλλ' ἐπειδὴ
παχυνθεὶς ἡμῶν ὁ νοῦς τῷ χοῒ συνεδέθη καὶ τῷ πηλῷ συμφύρεται καὶ ψιλῇ τῇ
θεωρίᾳ ἐνατενίζειν ἀδυνατεῖ, διὰ τῶν συγγενῶν τοῦ σώματος αὐτοῦ κόσμων
ποδηγούμενος τὰς ἐνεργείας τοῦ κτίστου κατανοεῖ καὶ ταῦτα ἐκ τῶν ἀποτελεσμάτων
τέως ἐπιγινώσκει, ἵν' οὕτω κατὰ μικρὸν αὐξηθεὶς ἰσχύσῃ ποτὲ καὶ αὐτῇ γυμνῇ
προσελθεῖν τῇ θεότητι.
8.7, ΤΟΙΣ ΚΑΙΣΑΡΕΥΣΙΝ ΑΠΟΛΟΓΙΑ ΠΕΡΙ ΤΗΣ ΑΠΟΧΩΡΗΣΕΩΣ, ΒΑΣΙΛΕΙΟΣ
Λαβὲ εἰς ἔννοιαν τὴν ἐσχάτην ἡμέραν (οὐ γὰρ δὴ μόνη σὺ τὸν αἰῶνα βιώσεις) καὶ
συνοχὴν καὶ πνιγμὸν καὶ θανάτου ὥραν καὶ ἀπό φασιν Θεοῦ κατεπείγουσαν καὶ
ἀγγέλους ἐπισπεύδοντας, καὶ ψυχὴν ἐν τούτοις δεινῶς θορυβουμένην καὶ
ἁμαρτωλῷ συνειδότι πικρῶς προμαστιγουμένην καὶ πρὸς τὰ τῇδε ἐλεεινῶς
ἐπιστρέφουσαν καὶ ἀπαραίτητον τῆς μακρᾶς ἐκείνης ἀποδημίας ἀνάγκην.
Διάγραψόν μοι τῇ διανοίᾳ τὴν τελευταίαν τοῦ κοινοῦ βίου καταστροφήν, ὅταν ἔλθῃ
ὁ Υἱὸς τοῦ Θεοῦ ἐν τῇ δόξῃ αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ,
46.4 46.τ ΠΡΟΣ ΠΑΡΘΕΝΟΝ ΕΚΠΕΣΟΥΣΑΝ, ΒΑΣΙΛΕΙΟΣ
----------------------------
Συνεισῆλθε δὲ τούτοις τοῖς δια λογισμοῖς
κἀκείνη ἡ ἔννοια· ἆρα μὴ ἐγκατέλειπεν ἑαυτοῦ τὰς Ἐκκλησίας παντελῶς ὁ Κύριος;
Ἆρα μὴ ἐσχάτη ὥρα ἐστὶ καὶ ἡ ἀποστασία διὰ τούτων λαμβάνει τὴν εἴσοδον, ἵνα
λοιπὸν ἀποκαλυφθῇ ὁ ἄνομος, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ
ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα;
139.τ ΑΛΕΞΑΝΔΡΕΥΣΙΝ --- ΒΑΣΙΛΕΙΟΣ
--------------------------------
------------------------------
-Οὗτός ἐστιν Ἐνὼχ ὁ μετατεθεὶς εἰς ζωὴν εἰς δεῖγμα τῆς τοῦ θεοῦ δυνάμεως ταῖς μετὰ ταῦτα γενεαῖς τῆς δυναμένης διατηρῆσαι τοὺς θνητοὺς μὴ ἀποθανεῖν, ἀλλὰ ζῶντας τὴν ἐπὶ τὸ κρεῖττον ἀλλαγὴν ὑπομένειν. Οὗτός ἐστιν ὁ ἅμα τῷ Ἡλίᾳ ἐν ἐσχάταις ἡμέραις ἀντικαθιστάμενος τῷ Ἀντιχρίστῳ καὶ ἐλέγχων τὴν πλάνην αὐτοῦ κατὰ τὴν τῆς ἐκκλησίας παράδοσιν. Οὗτός ἐστιν ὁ διὰ πίστεως καὶ εὐαρεστήσεως ἐκφυγὼν τὴν ὁδὸν τοῦ θανάτου. 36
......
ἀλλ' ὅτι ἐπ' ἐσχάτων τῶν ἡμερῶν ὁ πρὸ τῶν αἰώνων μονογενὴς θεὸς λόγος σαρκωθεὶς ἐξ αὐτῆς ἀτρέπτως ἐνηνθρώπησεν, 641
-χρονικον πασχαλιον, P.G 92
------------------------------------------------
τέλος μὲν γὰρ ἑβδομάδος τὸ σάββατον, ἐπιδεδήμηκε δὲ καὶ ἐπεφάνη πᾶσιν ἡμῖν ὁ Μονογενὴς ἐν ἐσχάτῃ ὥρᾳ, καὶ ἐν τελευταίοις τοῦ αἰῶνος καιροῖς.
2.156, 2.93 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ
--------------------------------------------
-ἀλλ' ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, "ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ," τότε δὴ 1.40 τότε καὶ αὐτὸς ὁ ἀπόβλητος Ἰσραὴλ εἰς υἱοὺς παραδεχθή- σεται Θεοῦ, καίτοι διατρίβων ἐν τόποις ἔνθαπερ ἂν εἶεν καὶ εὑρίσκοιντο τυχόν· ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕ ΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗ, TOMOS 1
------------------------------------------------
-Ἡ γὰρ τελεία κάθαρσις, καὶ ῥύπου παντὸς ἀπόθεσις, ἐν ἐσχάτοις ἔσται τῆς συντελείας καιροῖς, καθάπερ ἔφην ἀρτίως, ἀναιρουμένης εἰσάπαν τῆς ἁμαρτίας, καὶ εἰς τὸ ἄνωθέν τε καὶ πρεσβύτατον κάλλος τῆς ἀνθρώπου φύσεως ἀναφερομένης. «Ἔσται γὰρ τότε,» φησὶν, «ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται. Καὶ οὐ μὴ παρέλθῃ ἐκείνῃ οὐδεὶς ἀκάθαρτος, ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι διὰ Κυρίου.»
68.332 , ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
------------------------------------------------------
59.283 ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ , ΟΜΙΛΙΑ ΝΑʹ. Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ, τῇ μεγάλῃ τῆς ἑορτῆς,
εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραζε λέγων
Πᾶσαν αὐτῶν ἀναιρῶν ἀπολογίαν, ὅτι μέχρις ἐσχάτης ἡμέρας
ἐδίδασκεν, ὅτι αὐτὸς εἴη ὁ Χριστὸς, καὶ ὅτι ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, καὶ ὅτι
ἥξει πάλιν κρίνων τὴν οἰκουμένην, ὃ πολλὴν πρὸς αὐτὸν τὴν συμφωνίαν δηλοῦντος ἦν.
ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ, 58.755
ἀναβάτην καμήλου, τὸν ἐπ' ἐσχάτου τῶν ἡμερῶν κατ'
ἐνέργειαν τοῦ διαβόλου ἐπιφοιτῶντα τῷ κόσμῳ ἀντίχριστον
ΙΕΡΟΣ ΧΡΥΣΟΣΤΟΜΟΣ, 59.490
amnos- Αριθμός μηνυμάτων : 1146
Ημερομηνία εγγραφής : 08/03/2013
Απ: Η θολο"καραμέλλα" της ετυμολογίας των εσχάτων
vas019 έγραψε:Οὕτω καὶ ἡ θεία
Γραφὴ καὶ καθ' ἑαυτὴν μέν ἐστιν ἡδίστη· ἐπειδὰν δὲ τῆς ἡμῶν ἐπιλάβηται ψυ χῆς,
καθάπερ εἰς θυμιατήριον ἐμπεσοῦσα, ἅπαντα τὸν οἶκον τῆς εὐωδίας ἐμπίπλησι.
Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Περὶ τῆς
συντελείας λέγει.
Ι.ΧΡΥΣΟΣΤΟΜΟΣ. 56.274
ΕΔΩ ΒΛΕΠΟΥΜΕ ΔΙΑΦΟΡΕΤΙΚΟ ΟΡΙΣΜΟ ΓΙΑ ΤΙΣ ΕΣΧΑΤΕΣ ΗΜΕΡΕΣ...
ΓΙΑ ΤΗΝ ΣΥΝΤΕΛΕΙΑ...ΚΑΙ ΟΧΙ ΓΙΑ ΤΑ ΧΙΛΙΑ ΧΡΟΝΙΑ ..
amnos- Αριθμός μηνυμάτων : 1146
Ημερομηνία εγγραφής : 08/03/2013
Απ: Η θολο"καραμέλλα" της ετυμολογίας των εσχάτων
vas019 έγραψε:ΚΑΙ ΣΥΝΕΧΙΖΕΙ ΑΛΛΟΥ Ο ΙΕΡΟΣ ΠΑΤΗΡ...
Καὶ γὰρ ἀλλαχοῦ λέγει· Ἐν ἐσχάταις ἡμέραις ἀποστήσονταί τινες τῆς
πίστεως· καὶ ἐνταῦθα πάλιν λέγει· Ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί.
Καὶ ὁ Χριστὸς σύμφωνα τούτοις προαναφωνῶν ἔλεγεν· Ἐπὶ γὰρ τῆς συντελείας
μελλήσετε ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων, καὶ λιμοὺς καὶ λοιμούς. Τίνος οὖν ἕνεκεν ἐν τῇ συντελείᾳ τὸ μέγεθος καὶ ἡ σύνοδος τῶν συμφορῶν; Τινὲς μέν φασιν, ὅτι κάμνουσα ἡ κτίσις καὶ ἀσθενοῦσα, καθάπερ σῶμα γεγηρακὸς πολλὰ ἐπισπᾶται τὰ νοσήματα, οὕτω καὶ αὐτὴ γηρῶσα πολλὰς ἐπισπᾶται τὰς συμφοράς. Ἀλλὰ τὸ μὲν σῶμα κατὰ φύσεως ἀσθένειαν καὶ νόμον ἐπὶ τὸ γῆρας ἔρχεται· οἱ δὲ λοιμοὶ καὶ οἱ πόλεμοι καὶ οἱ σεισμοὶ οὐ διὰ τὸ γῆρας τῆς κτίσεώς εἰσιν. Οὐδὲ γὰρ ἐπειδὴ τὰ κτίσματα ταῦτα γηρᾷ, διὰ τοῦτο τὰ νοσήματα ταῦτα· Λιμοὶ γὰρ, καὶ λοιμοὶ, καὶ σεισμοὶ κατὰ τόπους· ἀλλ' ἐπειδὴ τῶν ἀνθρώπων ἡ γνώμη διαφθείρεσθαι μέλλει·
ἁμαρτιῶν γάρ ἐστιν ἅπαντα ταῦτα κολαστήρια, καὶ νοσημάτων ἀνθρωπίνων
φάρμακα. Καὶ γὰρ τὰ νοσήματα τὰ ἀνθρώπινα τότε ἐπιτείνεται. Καὶ τίνος ἕνεκεν
τότε ἐπιτείνεται; φησίν. Ἐμοὶ δοκεῖ, ὅτι ἐπειδὴ χρονίζει τὸ δικαστήριον, καὶ
μέλλουσιν αἱ εὐθῦναι, καὶ οὔπω παραγέγονεν ὁ κριτὴς, ῥᾳθυμότεροι γίνονται οἱ
μέλλοντες λόγον ὑπέχειν.
P.G 56.278
ΑΡΑ ΕΔΩ ΒΛΕΠΟΥΜΕ ΠΑΛΙ ΣΥΝΔΕΣΗ ΤΟΥ ΟΡΟΥ ΜΕ ΓΕΓΟΝΟΤΑ ΠΟΥ ΠΕΡΙΓΡΑΦΟΝΤΑΙ ΣΤΗΝ ΣΥΝΤΕΛΕΙΑ, ΛΙΓΟ ΠΡΙΝ ΤΟ ΤΕΛΟΣ ΚΑΙ ΟΧΙ ΣΤΗΝ ΜΕΓΑΛΗ ΔΙΑΡΚΕΙΑ ΤΗΣ ΧΡΙΣΤΙΑΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΠΟΥ ΕΠΙΚΑΛΟΥΝΤΑΙ ΟΙ ΣΥΓΧΡΟΝΟΙ ΑΝΤΙΑΙΡΕΤΙΚΟΙ ΥΠΕΥΘΥΝΟΙ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ...
ΡΟΛΟΣ ΚΑΙ ΑΥΤΟΣ ΤΗΝ ΕΠΟΧΗ ΤΟΥ ΑΝΤΙΧΡΙΣΤΟΥ ..
ΘΑ ΞΥΠΝΗΣΟΥΝ ΑΠΟΤΟΜΑ ΛΙΓΟ ..
amnos- Αριθμός μηνυμάτων : 1146
Ημερομηνία εγγραφής : 08/03/2013
Παρόμοια θέματα
» ΜΑΤΘΑΙΟΣ κεφ 24..περι εσχατων..
» Περί του λάθους της Β' παρουσίας και εσχάτων
» Ιεροκήρυκες Μητροπόλεων και θέσεις περι εσχάτων...
» 'Αγιοι των εσχάτων: Νέος Τύπος Αγίων
» Περί του λάθους της Β' παρουσίας και εσχάτων
» Ιεροκήρυκες Μητροπόλεων και θέσεις περι εσχάτων...
» 'Αγιοι των εσχάτων: Νέος Τύπος Αγίων
Σελίδα 1 από 1
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης