ΑΠΟΚΑΛΥΨΗ ΙΩΑΝΝΗ
Θέλετε να αντιδράσετε στο μήνυμα; Φτιάξτε έναν λογαριασμό και συνδεθείτε για να συνεχίσετε.

Η ένσταση της Β 'Θεσσαλονικείς

Πήγαινε κάτω

Η ένσταση της Β 'Θεσσαλονικείς Empty Η ένσταση της Β 'Θεσσαλονικείς

Δημοσίευση από amnos Πεμ Απρ 18, 2013 5:50 am

vas019 έγραψε:Μια γνωστη καραμελλα για να πεισουν τους αδαεις περι της ...απαγορευμενης χρονικης γνωσης.. ειναι τα γνωστα χωρια , που τα ερμηνευουν κατα το δοκουν και χωρις καμια πατερικη αναφορα , οι διαφοροι χλιαροι ταγοι καθε επιπεδου.. Ακολουθουν σχετικα πατερικα ευρηματα που εξηγουν τα σχετικα ..

Β' Θεσ. 2:2 εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μήτε θροεῖσθαι μήτε διὰ τοῦ πνεύματος μήτε διὰ λόγου μήτε δι' ἐπιστολῆς ὡς δι' ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Χριστοῦ. μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον·
Β' Θεσ. 2:3 ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας,
Β' Θεσ. 2:4 ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ Θεός.
Β' Θεσ. 2:5 Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν;
Β' Θεσ. 2:6 καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ·
Β' Θεσ. 2:7 τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται·
------------
ΤΟ ΔΙΔΑΓΜΑ ΤΗΣ ΠΛΑΝΗΣ...
ΤΟ Αγιο Πνευμα το κατεχων κατά μερικους Πατερες θα αποκαλυψει τον αντιχριστο στον καιρο του..Εδω τους λεει να μην πιστεψουν οτι θα ερθει Β'παρουσια χωρις αντιχριστο εξαφνα...
Δεν μιλαει για το αγιο πνευμα οταν λεει μη θροειεστε και το πνευμα δεν θα αποκαλυψει..
Μιλαει για δικο τους πνευμα η πνευμα πλανων ψευτοδιαδασκλαλων και διαστροφεων ...
Γι αυτο δινει και την εξηγηση περι αντιχριστου παρακατω, για να δειξει οχι οτι δεν μπορει να βρεθει ο χρονος και το προσωπο του αντιχριστου, αλλα δεν μπορει να ερθει το τελος πριν αυτο το γεγονος...Χρονικα λοιπονξ πρεπει να ερθει η αποστασια, ο οικουμενισμος, ο αντιχριστος και μετα ολα μπορουν να υπολογιστουν...Δεν λεει πουθενα για απαγορευση χρονου και γνωσης αλλα για το οτι πρεπει να τηρηθει αυτος ο ορος πρωτα ...


μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι' ἐπιστολῆς ὡς δι' ἡμῶν,
ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Χριστοῦ. Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον,
ὅτι ἐὰν μὴ ἔλθῃ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος ἁμαρτίας, ὁ υἱὸς
τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ
σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ, ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν
ὅτι ἔστι Θεός. Ἦλθεν εἰς τὸ προκείμενον. Τοῦτο δέ ἐστι τὸ μὴ ὑπάγεσθαι τῇ τῶν
ψευδοδιδασκάλων ἀπάτῃ, λεγόντων ἠγγικέναι τὴν παρουσίαν τοῦ Κυρίου τὴν
δευτέραν. Μή τις οὖν ὑμᾶς θορυβείτω, μήτε δοκῶν πνεύματι ἀποκαλύψεως λέγειν,
μήτε ἐμὲ τοῦτο εἰρηκέναι προφασιζόμενος. Ἀδύνατον γὰρ τὴν παρουσίαν τὴν
δευτέραν ἐλθεῖν μὴ προαποδεδειγμένου τοῦ υἱοῦ τῆς ἀπωλείας· λέγει δὲ τὸν
Ἀντίχριστον, ὃν καὶ ἐνεργούμενον παρὰ τοῦ Σατανᾶ, φησὶν ἐλεύσεσθαι ἐν πάσῃ
πλάνῃ δοκούντων σημείων Οὐ μνημονεύετε, ὅτι ἔτι ὢν πρὸς ὑμᾶς, ταῦτα ἔλεγον
ὑμῖν, καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ.

95.924 ΑΓ. ΙΩΑΝΝΗΣ ΔΑΜΑΣΚΗΝΟΣ
ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ Βʹ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.
ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ.

Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, ὑπὲρ
τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ' αὐτὸν, εἰς
τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοός. Πότε μὲν ἔσται ἀνάστασις, οὐκ εἴρηκεν·
ὅτι δὲ νῦν οὐκ ἔσται, εἴρηκε. Καὶ ἡμῶν, φησὶν, ἐπισυναγωγῆς ἐπ' αὐτόν. Οὐ μικρὸν καὶ
τοῦτο. Ὁρᾷς πῶς καὶ ἡ παραίνεσις πάλιν μετ' ἐγκωμίου καὶ προτροπῆς, τῷ πάντως μεθ'
ἡμῶν αὐτῶν φαίνεσθαι τὸν Κύριον καὶ τοὺς ἁγίους πάντας; Περὶ τῆς παρουσίας τοῦ
Χριστοῦ ἐνταῦθα διαλέγεται, καὶ περὶ τῆς ἐπισυναγωγῆς τῆς ἡμῶν· ὁμοῦ γὰρ ταῦτα
ἔσται. Ἐπαίρει τὴν διάνοιαν αὐτῶν· εἰς τὸ μὴ σαλεύεσθαι, φησὶ, ταχέως ὑμᾶς. Μήτε
θροεῖσθε, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι' ἐπιστολῆς, ὡς δι' ἡμῶν, ὡς ὅτι
ἐνέστηκεν ἡ ἡμέρα τοῦ Κυρίου. Ἐνταῦθα δοκεῖ μοι αἰνίττεσθαι περιιέναι τινὰς
ἐπιστολὴν πλάσαντας δῆθεν ἀπὸ τοῦ Παύλου, καὶ ταύτην ἐπιδεικνυμένους λέγειν, ὡς
ἄρα ἐφέστηκε τοῦ Κυρίου ἡ ἡμέρα, ἵνα πολλοὺς ἐντεῦθεν πλανήσωσιν. Ὥστε οὖν μὴ
ἀπατηθῆναι, ἀσφαλίζεται αὐτοὺς ὁ Παῦλος δι' ὧν γράφει καί φησι· Μὴ θροεῖσθε,
μήτε διὰ πνεύματος, μήτε διὰ λόγου. Ὃ δὲ λέγει, τοῦτό ἐστι· κἄν τις πνεῦμα προφητείας
ἔχων τοῦτο εἴπῃ, μὴ πιστεύσητε. Ὅτε γὰρ ἤμην πρὸς ὑμᾶς, ταῦτα εἶπον ὑμῖν· ὥστε οὐ
δεῖ μεταπείθεσθαι, ἀφ' ὧν ἐδιδάχθητε. Ἢ διὰ πνεύματος. Τοὺς ψευδοπροφήτας οὕτω
καλεῖ πνεύματι ἀκαθάρτῳ λαλοῦντας, ἅπερ ἐλάλουν. Βουλόμενοι γὰρ οὗτοι μᾶλλον
πιστεύεσθαι, οὐ μόνον διὰ πιθανολογίας ἐπεχείρουν ἀπατᾷν· τοῦτο γὰρ ἐμφαίνει εἰπὼν,
Μήτε διὰ λόγου· ἀλλὰ καὶ πεπλασμένην ἐπιστολὴν ἐπεδείκνυον ὡς ἀπὸ τοῦ Παύλου, τὸ
αὐτὸ τοῦτο δηλοῦσαν. Διὰ τοῦτο καὶ αὐτὸ ἐμφαίνων ἐπήγαγε τὸ, Μήτε δι' ἐπιστολῆς, ὡς
δι' ἡμῶν. Πανταχόθεν τοίνυν αὐτοὺς ἀσφαλισάμενος, οὕτω τὴν οἰκείαν γνώμην
ἐκτίθεται, καὶ λέγει· Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ
ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας.

62.481-2 ,ΑΓ. ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ

Διὰ δὲ τούτων δεδήλωκεν, ὥς τινες αὐτοὺς ἐξηπάτη σαν, εἰρηκότες τὸν
Ἀπόστολον φάναι πελάσαι τοῦ Κυρίου τὴν παρουσίαν. Ὅθεν οὐ μόνον τὴν διὰ ῥημάτων
καὶ διὰ γραμμάτων ἀπηγόρευσεν ἀπάτην, ἀλλὰ καὶ διὰ τῆς νομιζομένης προφητικῆς
προῤῥή σεως. Τοῦτο γὰρ εἶπε· "Μήτε διὰ πνεύματος." Εἶτα ἐπάγει· "Μή τις ὑμᾶς
ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ
ὁ ἄνθρωπος τῆς ἁμαρ τίας, ὁ υἱὸς τῆς ἀπωλείας,

83.529 ΘΕΟΔΩΡΗΤΟΣ ΚΥΡΟΥ..
amnos
amnos

Αριθμός μηνυμάτων : 1146
Ημερομηνία εγγραφής : 08/03/2013

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Επιστροφή στην κορυφή

- Παρόμοια θέματα

 
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης