ΑΠΟΚΑΛΥΨΗ ΙΩΑΝΝΗ
Θέλετε να αντιδράσετε στο μήνυμα; Φτιάξτε έναν λογαριασμό και συνδεθείτε για να συνεχίσετε.

Αρμαγγεδών-Ο Τελικός Πόλεμος Εναντίον του Θεού

Πήγαινε κάτω

Αρμαγγεδών-Ο Τελικός Πόλεμος Εναντίον του Θεού Empty Αρμαγγεδών-Ο Τελικός Πόλεμος Εναντίον του Θεού

Δημοσίευση από amnos Παρ Απρ 12, 2013 12:41 pm

vas019 έγραψε:Οι περιγραφες των προφητων της Παλαιας διαθηκης, σε συσχετισμο με την αποκαλυψη και την γνωμη της ΟΟΔΕ και αλλων ποπυ σχετιζουν τον πολεμο ΓΩΓΩ ΜΑΓΩΓ με τον ΑΡΜΑΓΕΔΩΝ ....

ΤΑ ΕΘΝΗ ΜΕ ΕΠΙΚΕΦΑΝΛΗΣ ΤΟΝ ΑΝΤΙΧΡΙΣΤΟ ΕΡΧΟΝΤΑΙ ΝΑ ΠΟΛΕΜΗΣΟΥΝ ΕΝΑΝΤΙΟΝ ΤΟΥ ΙΗΣΟΥ ΠΟΥ ΕΡΧΕΤΑΙ ΑΠΟ ΤΟΝ ΟΥΡΑΝΟ...Η ΣΚΗΝΗ ΤΗΣ ΜΕΓΙΣΤΗΣ ΕΧΘΡΑΣ ΚΑΙ ΑΠΟΣΤΑΣΙΑΣ ΑΠΟ ΤΟΝ ΘΕΟ. ΔΥΣΤΥΧΩΣ ΠΟΛΛΟΙ ΣΗΜΕΡΙΝΟΙ ΚΛΗΡΙΚΟΙ, ΘΕΟΛΟΓΟΙ ΚΑΙ ΛΟΙΠΟΙ ΠΑΡΑΤΡΕΧΑΜΕΝΟΙ, ΑΠΕΧΟΥΝ ΜΑΚΡΑΝ ΑΠΟ ΤΗΝ ΕΡΜΗΝΕΥΤΙΚΗ ΑΛΗΘΕΙΑ, ΑΓΑΠΟΛΟΓΩΝΤΑΣ ΑΣΥΣΤΟΛΑ, ΓΙΑ ΝΑ ΤΑ ΕΧΟΥΝ ΚΑΛΑ ΜΕ ΤΟ ΚΟΣΜΙΚΟ ΠΝΕΥΜΑ ...ΦΤΑΣΝΟΥΝ ΔΕ ΣΕ ΣΗΜΕΙΟ ΝΑ ΥΠΟΝΟΟΥΝ ΟΤΙ Ο ..ΘΕΟΣ ΘΑ ΕΙΝΑΙ ΑΔΙΚΟς ΕΑΝ ΣΤΑΞΕΙ ΤΟ ΑΙΜΑ ΤΩΝ ΕΧΘΡΩΝ ΤΟΥ ΣΤΗΝ ΓΗ, ΕΝΩ ΑΝΕΧΤΗΚΕ ΕΠΙ ΑΙΩΝΕΣ ΑΜΕΤΡΗΤΟ ΑΙΜΑ ΤΩΝ ΑΓΙΩΝ ΤΟΥ ΝΑ ΓΙΝΕΤΑΙ ΠΕΡΙΓΕΛΟ ΤΩΝ ΔΙΑΧΡΟΝΙΚΩΝ ΕΧΘΡΩΝ ΤΟΥ ...ΤΙ ΦΡΙΚΗ ΠΝΕΥΜΑΤΙΚΗ ΚΑΙ ΤΟΥΣ ΕΥΧΟΜΑΙ ΝΑ ΜΗΝ ΑΝΤΙΚΡΥΣΟΥΝ Η ΒΙΩΣΙΝ ΚΑΙ ΤΗΝ ΣΩΜΑΤΙΚΗ ΦΡΙΚΗ ΚΑΙ ΔΗ ΤΗΝ ΑΙΩΝΙΑ ..

----------------------------------------------------

-

Ησ. 24:4 ἐπένθησεν ἡ γῆ καὶ ἐφθάρη ἡ οἰκουμένη ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς
Ησ. 24:5 ἡ δὲ γῆ ἠνόμησεν διὰ τοὺς κατοικοῦντας αὐτήν διότι παρέβησαν τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα διαθήκην αἰώνιον
Ησ. 24:6 διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι
Ησ. 24:7 πενθήσει οἶνος πενθήσει ἄμπελος στενάξουσιν πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν
Ησ. 24:8 πέπαυται εὐφροσύνη τυμπάνων πέπαυται αὐθάδεια καὶ πλοῦτος ἀσεβῶν πέπαυται φωνὴ κιθάρας
Ησ. 24:9 ᾐσχύνθησαν οὐκ ἔπιον οἶνον πικρὸν ἐγένετο τὸ σικερα τοῖς πίνουσιν
Ησ. 24:10 ἠρημώθη πᾶσα πόλις κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν
Ησ. 24:11 ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς
Ησ. 24:12 καὶ καταλειφθήσονται πόλεις ἔρημοι καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται


Ησ. 6:1 καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν οζιας ὁ βασιλεύς εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ
Ησ. 6:2 καὶ σεραφιν εἱστήκεισαν κύκλῳ αὐτοῦ ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί καὶ ταῖς μὲν δυσὶν κατεκάλυπτον τὸ πρόσωπον καὶ ταῖς δυσὶν κατεκάλυπτον τοὺς πόδας καὶ ταῖς δυσὶν ἐπέταντο
Ησ. 6:3 καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον ἅγιος ἅγιος ἅγιος κύριος σαβαωθ πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ

Αποκ. 4:2 καὶ εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος,

Αποκ. 4:8 καὶ τὰ τέσσαρα ζῷα, ἓν καθ' ἓν αὐτῶν ἔχον ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν, καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες· ἅγιος, ἅγιος, ἅγιος Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος.


Αποκ. 4:7 καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχον τὸ πρόσωπον ὡς ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετωμένῳ.


----------Ενδιαφερων-----------

Ησ. 29:10 ὅτι πεπότικεν ὑμᾶς κύριος πνεύματι κατανύξεως καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν οἱ ὁρῶντες τὰ κρυπτά
Ησ. 29:11 καὶ ἔσονται ὑμῖν πάντα τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες ἀνάγνωθι ταῦτα καὶ ἐρεῖ οὐ δύναμαι ἀναγνῶναι ἐσφράγισται γάρ

Ησ. 29:13 καὶ εἶπεν κύριος ἐγγίζει μοι ὁ λαὸς οὗτος τοῖς χείλεσιν αὐτῶν τιμῶσίν με ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας

----------------β'παρουσια μυ συνδετικο---->Αποκ. 6:14 καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν·

Ησ. 34:2 διότι θυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν
Ησ. 34:3 οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται καὶ οἱ νεκροί καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν
Ησ. 34:4 καὶ ἑλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς
Ησ. 34:5 ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ ἰδοὺ ἐπὶ τὴν ιδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως
Ησ. 34:6 ἡ μάχαιρα κυρίου ἐνεπλήσθη αἵματος ἐπαχύνθη ἀπὸ στέατος ἀρνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν ὅτι θυσία κυρίῳ ἐν βοσορ καὶ σφαγὴ μεγάλη ἐν τῇ ιδουμαίᾳ
Ησ. 34:7 καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετ' αὐτῶν καὶ οἱ κριοὶ καὶ οἱ ταῦροι καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται
Ησ. 34:8 ἡμέρα γὰρ κρίσεως κυρίου καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως σιων

Ναούμ 1:5 τὰ ὄρη ἐσείσθησαν ἀπ' αὐτοῦ καὶ οἱ βουνοὶ ἐσαλεύθησαν καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ ἡ σύμπασα καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ
Ναούμ 1:6 ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ θυμοῦ αὐτοῦ ὁ θυμὸς αὐτοῦ τήκει ἀρχάς καὶ αἱ πέτραι διεθρύβησαν ἀπ' αὐτοῦ
Ναούμ 1:7 χρηστὸς κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν
Ναούμ 1:8 καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται τοὺς ἐπεγειρομένους καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξεται σκότος

------------------------------------------

Αποκ. 6:17 ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτοῦ, καὶ τίς δύναται σταθῆναι;

Ησ. 13:6 ὀλολύζετε ἐγγὺς γὰρ ἡ ἡμέρα κυρίου καὶ συντριβὴ παρὰ τοῦ θεοῦ ἥξει
Σοφ. 1:14 ὅτι ἐγγὺς ἡ ἡμέρα κυρίου ἡ μεγάλη ἐγγὺς καὶ ταχεῖα σφόδρα φωνὴ ἡμέρας κυρίου πικρὰ καὶ σκληρά τέτακται δυνατή


Ησ. 49:10 οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος ἀλλὰ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς

Αποκ. 7:16 οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι, οὐδ' οὐ μὴ πέσῃ ἐπ' αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα,


Ησ. 13:9 ἰδοὺ γὰρ ἡμέρα κυρίου ἀνίατος ἔρχεται θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς
Ησ. 13:10 οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσιν καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς
Ησ. 13:11 καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ καὶ τοῖς ἀσεβέσιν τὰς ἁμαρτίας αὐτῶν καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω
Ησ. 13:13 ὁ γὰρ οὐρανὸς θυμωθήσεται καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς διὰ θυμὸν ὀργῆς κυρίου σαβαωθ τῇ ἡμέρᾳ ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ


Ησ. 34:1 προσαγάγετε ἔθνη καὶ ἀκούσατε ἄρχοντες ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ ἡ οἰκουμένη καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ
Ησ. 34:2 διότι θυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν
Ησ. 34:3 οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται καὶ οἱ νεκροί καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν
Ησ. 34:4 καὶ ἑλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς
Ησ. 34:5 ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ ἰδοὺ ἐπὶ τὴν ιδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως
Ησ. 34:6 ἡ μάχαιρα κυρίου ἐνεπλήσθη αἵματος ἐπαχύνθη ἀπὸ στέατος ἀρνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν ὅτι θυσία κυρίῳ ἐν βοσορ καὶ σφαγὴ μεγάλη ἐν τῇ ιδουμαίᾳ
Ησ. 34:7 καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετ' αὐτῶν καὶ οἱ κριοὶ καὶ οἱ ταῦροι καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται
Ησ. 34:8 ἡμέρα γὰρ κρίσεως κυρίου καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως σιων

Ησ. 34:12 οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται οἱ γὰρ βασιλεῖς αὐτῆς καὶ οἱ ἄρχοντες αὐτῆς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν
------------------------------------------------
Ησ. 63:1 τίς οὗτος ὁ παραγινόμενος ἐξ εδωμ ἐρύθημα ἱματίων ἐκ βοσορ οὕτως ὡραῖος ἐν στολῇ βίᾳ μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου
Ησ. 63:2 διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ
Ησ. 63:3 πλήρης καταπεπατημένης καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ' ἐμοῦ καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ καὶ κατέθλασα αὐτοὺς ὡς γῆν καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν
Ησ. 63:4 ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὐτοῖς καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν
Ησ. 63:5 καὶ ἐπέβλεψα καὶ οὐδεὶς βοηθός καὶ προσενόησα καὶ οὐθεὶς ἀντελαμβάνετο καὶ ἐρρύσατο αὐτοὺς ὁ βραχίων μου καὶ ὁ θυμός μου ἐπέστη
Ησ. 63:6 καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν

Ησ. 63:10 αὐτοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν καὶ αὐτὸς ἐπολέμησεν αὐτούς

Δευτ. 32:32 ἐκ γὰρ ἀμπέλου σοδομων ἡ ἄμπελος αὐτῶν καὶ ἡ κληματὶς αὐτῶν ἐκ γομορρας ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς βότρυς πικρίας αὐτοῖς
Δευτ. 32:39 ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω πατάξω κἀγὼ ἰάσομαι καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου

Δευτ. 32:41 ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσίν με ἀνταποδώσω
Δευτ. 32:42 μεθύσω τὰ βέλη μου ἀφ' αἵματος καὶ ἡ μάχαιρά μου καταφάγεται κρέα ἀφ' αἵματος τραυματιῶν καὶ αἰχμαλωσίας ἀπὸ κεφαλῆς ἀρχόντων ἐχθρῶν
Δευτ. 32:43 εὐφράνθητε οὐρανοί ἅμα αὐτῷ καὶ προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικᾶται καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσει καὶ ἐκκαθαριεῖ κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ

Σοφ. 3:8 διὰ τοῦτο ὑπόμεινόν με λέγει κύριος εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς τοῦ ἐκχέαι ἐπ' αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου διότι ἐν πυρὶ ζήλους μου καταναλωθήσεται πᾶσα ἡ γῆ


Ησ. 49:26 καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυσθήσονται καὶ αἰσθανθήσεται πᾶσα σὰρξ ὅτι ἐγὼ κύριος ὁ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος ιακωβ


Ησ. 66:15 ἰδοὺ γὰρ κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός
Ησ. 66:16 ἐν γὰρ τῷ πυρὶ κυρίου κριθήσεται πᾶσα ἡ γῆ καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ πολλοὶ τραυματίαι ἔσονται ὑπὸ κυρίου
Ησ. 66:17 οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν νῦν ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται εἶπεν κύριος

Ιερ. 25:31 (32:31) ηκει ολεθρος επι μερος της γης οτι κρισις τω κυριω εν τοις εθνεσιν κρινεται αυτος προς πασαν σαρκα οι δε ασεβεις εδοθησαν εις μαχαιραν λεγει κυριος
Ιερ. 25:32 (32:32) ουτως ειπεν κυριος ιδου κακα ερχεται απο εθνους επι εθνος και λαιλαψ μεγαλη εκπορευεται απ εσχατου της γης
Ιερ. 25:33 (32:33) και εσονται τραυματιαι υπο κυριου εν ημερα κυριου εκ μερους της γης και εως εις μερος της γης ου μη κατορυγωσιν εις κοπρια επι προσωπου της γης εσονται


Ιεζ. 2:8 καὶ σύ υἱὲ ἀνθρώπου ἄκουε τοῦ λαλοῦντος πρὸς σέ μὴ γίνου παραπικραίνων καθὼς ὁ οἶκος ὁ παραπικραίνων χάνε τὸ στόμα σου καὶ φάγε ἃ ἐγὼ δίδωμί σοι
Ιεζ. 3:1 καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου κατάφαγε τὴν κεφαλίδα ταύτην καὶ πορεύθητι καὶ λάλησον τοῖς υἱοῖς ισραηλ
Ιεζ. 3:2 καὶ διήνοιξα τὸ στόμα μου καὶ ἐψώμισέν με τὴν κεφαλίδα
Ιεζ. 3:3 καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου τὸ στόμα σου φάγεται καὶ ἡ κοιλία σου πλησθήσεται τῆς κεφαλίδος ταύτης τῆς δεδομένης εἰς σέ καὶ ἔφαγον αὐτήν καὶ ἐγένετο ἐν τῷ στόματί μου ὡς μέλι γλυκάζον
Ιεζ. 3:4 καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου βάδιζε εἴσελθε πρὸς τὸν οἶκον τοῦ ισραηλ καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς
Αποκ. 10:9 καὶ ἀπῆλθα πρὸς τὸν ἄγγελον, λέγων αὐτῷ δοῦναί μοι τὸ βιβλίον. καὶ λέγει μοι· λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ' ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι.
Αποκ. 10:10 καὶ ἔλαβον τὸ βιβλίον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.


Πρωτυπωση καταστροφης με την Τυρο

Ιεζ. 26:16 καὶ καταβήσονται ἀπὸ τῶν θρόνων αὐτῶν πάντες οἱ ἄρχοντες ἐκ τῶν ἐθνῶν τῆς θαλάσσης καὶ ἀφελοῦνται τὰς μίτρας ἀπὸ τῶν κεφαλῶν αὐτῶν καὶ τὸν ἱματισμὸν τὸν ποικίλον αὐτῶν ἐκδύσονται ἐκστάσει ἐκστήσονται ἐπὶ γῆν καθεδοῦνται καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὐτῶν καὶ στενάξουσιν ἐπὶ σέ
Ιεζ. 26:17 καὶ λήμψονται ἐπὶ σὲ θρῆνον καὶ ἐροῦσίν σοι πῶς κατελύθης ἐκ θαλάσσης ἡ πόλις ἡ ἐπαινεστὴ ἡ δοῦσα τὸν φόβον αὐτῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν
Ιεζ. 26:18 καὶ φοβηθήσονται αἱ νῆσοι ἀφ' ἡμέρας πτώσεώς σου

Αποκ. 18:9 καὶ κλαύσουσιν αὐτὴν καὶ κόψονται ἐπ' αὐτῇ οἱ βασιλεῖς τῆς γῆς οἱ μετ' αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,
------------------------------------------------------------------------
Ιεζ. 27:33 πόσον τινὰ εὗρες μισθὸν ἀπὸ τῆς θαλάσσης ἐνέπλησας ἔθνη ἀπὸ τοῦ πλήθους σου καὶ ἀπὸ τοῦ συμμίκτου σου ἐπλούτισας πάντας βασιλεῖς τῆς γῆς
Ιεζ. 27:34 νῦν συνετρίβης ἐν θαλάσσῃ ἐν βάθει ὕδατος ὁ σύμμικτός σου καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου ἔπεσον πάντες οἱ κωπηλάται σου
Ιεζ. 27:35 πάντες οἱ κατοικοῦντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐξέστησαν καὶ ἐδάκρυσεν τὸ πρόσωπον αὐτῶν
Ιεζ. 27:36 ἔμποροι ἀπὸ ἐθνῶν ἐσύρισάν σε ἀπώλεια ἐγένου καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα

ΓΩΓ ΚΑΙ ΑΡΜΑΓΕΔΩΝ
Ιεζ. 39:17 καὶ σύ υἱὲ ἀνθρώπου εἰπόν τάδε λέγει κύριος εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ καὶ πρὸς πάντα τὰ θηρία τοῦ πεδίου συνάχθητε καὶ ἔρχεσθε συνάχθητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν θυσίαν μου ἣν τέθυκα ὑμῖν θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη ισραηλ καὶ φάγεσθε κρέα καὶ πίεσθε αἷμα
Ιεζ. 39:18 κρέα γιγάντων φάγεσθε καὶ αἷμα ἀρχόντων τῆς γῆς πίεσθε κριοὺς καὶ μόσχους καὶ τράγους καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες
Ιεζ. 39:19 καὶ φάγεσθε στέαρ εἰς πλησμονὴν καὶ πίεσθε αἷμα εἰς μέθην ἀπὸ τῆς θυσίας μου ἧς ἔθυσα ὑμῖν
Ιεζ. 39:20 καὶ ἐμπλησθήσεσθε ἐπὶ τῆς τραπέζης μου ἵππον καὶ ἀναβάτην γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν λέγει κύριος
Αποκ. 19:17 Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν ἐν φωνῇ μεγάλῃ λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι· δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ Θεοῦ,
Αποκ. 19:18 ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ' αὐτῶν, καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων, μικρῶν τε καὶ μεγάλων.

Ιεζ. 38:15 καὶ ἥξεις ἐκ τοῦ τόπου σου ἀπ' ἐσχάτου βορρᾶ καὶ ἔθνη πολλὰ μετὰ σοῦ ἀναβάται ἵππων πάντες συναγωγὴ μεγάλη καὶ δύναμις πολλή

Ιεζ. 38:18 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ἡμέρᾳ ᾗ ἂν ἔλθῃ γωγ ἐπὶ τὴν γῆν τοῦ ισραηλ λέγει κύριος κύριος ἀναβήσεται ὁ θυμός μου
Ιεζ. 38:19 καὶ ὁ ζῆλός μου ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς ισραηλ
Ιεζ. 38:20 καὶ σεισθήσονται ἀπὸ προσώπου κυρίου οἱ ἰχθύες τῆς θαλάσσης καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τοῦ πεδίου καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τῆς γῆς καὶ πάντες οἱ ἄνθρωποι οἱ ἐπὶ προσώπου τῆς γῆς καὶ ῥαγήσεται τὰ ὄρη καὶ πεσοῦνται αἱ φάραγγες καὶ πᾶν τεῖχος ἐπὶ τὴν γῆν πεσεῖται
Ιεζ. 38:21 καὶ καλέσω ἐπ' αὐτὸν πᾶν φόβον λέγει κύριος μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται
Ιεζ. 38:22 καὶ κρινῶ αὐτὸν θανάτῳ καὶ αἵματι καὶ ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ' αὐτὸν καὶ ἐπὶ πάντας τοὺς μετ' αὐτοῦ καὶ ἐπ' ἔθνη πολλὰ μετ' αὐτοῦ

Ιωήλ 2:3 τὰ ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ ὡς παράδεισος τρυφῆς ἡ γῆ πρὸ προσώπου αὐτοῦ καὶ τὰ ὄπισθεν αὐτοῦ πεδίον ἀφανισμοῦ καὶ ἀνασῳζόμενος οὐκ ἔσται αὐτῷ
Ιωήλ 2:4 ὡς ὅρασις ἵππων ἡ ὄψις αὐτῶν καὶ ὡς ἱππεῖς οὕτως καταδιώξονται
Ιωήλ 2:5 ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦνται καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον
Ιωήλ 2:6 ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί πᾶν πρόσωπον ὡς πρόσκαυμα χύτρας
Ιωήλ 2:7 ὡς μαχηταὶ δραμοῦνται καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη καὶ ἕκαστος ἐν τῇ ὁδῷ αὐτοῦ πορεύσεται καὶ οὐ μὴ ἐκκλίνωσιν τὰς τρίβους αὐτῶν
Ιωήλ 2:8 καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ οὐκ ἀφέξεται καταβαρυνόμενοι ἐν τοῖς ὅπλοις αὐτῶν πορεύσονται καὶ ἐν τοῖς βέλεσιν αὐτῶν πεσοῦνται καὶ οὐ μὴ συντελεσθῶσιν
Ιωήλ 2:9 τῆς πόλεως ἐπιλήμψονται καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται καὶ ἐπὶ τὰς οἰκίας ἀναβήσονται καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται
Ιωήλ 2:10 πρὸ προσώπου αὐτῶν συγχυθήσεται ἡ γῆ καὶ σεισθήσεται ὁ οὐρανός ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν καὶ τὰ ἄστρα δύσουσιν τὸ φέγγος αὐτῶν


Ιωήλ 3:12 (4:12) ἐξεγειρέσθωσαν καὶ ἀναβαινέτωσαν πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα ιωσαφατ διότι ἐκεῖ καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη κυκλόθεν
Ιωήλ 3:13 (4:13) ἐξαποστείλατε δρέπανα ὅτι παρέστηκεν τρύγητος εἰσπορεύεσθε πατεῖτε διότι πλήρης ἡ ληνός ὑπερεκχεῖται τὰ ὑπολήνια ὅτι πεπλήθυνται τὰ κακὰ αὐτῶν
Ιωήλ 3:14 (4:14) ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης ὅτι ἐγγὺς ἡμέρα κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης
Ιωήλ 3:15 (4:15) ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν καὶ οἱ ἀστέρες δύσουσιν φέγγος αὐτῶν


Ιωήλ 2:1 σαλπίσατε σάλπιγγι ἐν σιων κηρύξατε ἐν ὄρει ἁγίῳ μου καὶ συγχυθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν γῆν διότι πάρεστιν ἡμέρα κυρίου ὅτι ἐγγύς
Ιωήλ 2:2 ἡμέρα σκότους καὶ γνόφου ἡμέρα νεφέλης καὶ ὁμίχλης ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος καὶ μετ' αὐτὸν οὐ προστεθήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν
Ιωήλ 2:3 τὰ ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ ὡς παράδεισος τρυφῆς ἡ γῆ πρὸ προσώπου αὐτοῦ καὶ τὰ ὄπισθεν αὐτοῦ πεδίον ἀφανισμοῦ καὶ ἀνασῳζόμενος οὐκ ἔσται αὐτῷ
Ιωήλ 2:4 ὡς ὅρασις ἵππων ἡ ὄψις αὐτῶν καὶ ὡς ἱππεῖς οὕτως καταδιώξονται
Ιωήλ 2:5 ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦνται καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον
Ιωήλ 2:6 ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί πᾶν πρόσωπον ὡς πρόσκαυμα χύτρας
Ιωήλ 2:10 πρὸ προσώπου αὐτῶν συγχυθήσεται ἡ γῆ καὶ σεισθήσεται ὁ οὐρανός ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν καὶ τὰ ἄστρα δύσουσιν τὸ φέγγος αὐτῶν
Ιωήλ 2:11 καὶ κύριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ ὅτι πολλή ἐστιν σφόδρα ἡ παρεμβολὴ αὐτοῦ ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ διότι μεγάλη ἡ ἡμέρα τοῦ κυρίου μεγάλη καὶ ἐπιφανὴς σφόδρα καὶ τίς ἔσται ἱκανὸς αὐτῇ

----->Αποκ. 14:15 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης· πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα τοῦ θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.
----->Αποκ. 14:18 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου, ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησε κραυγῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων· πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασεν ἡ σταφυλὴ αὐτῆς.
amnos
amnos

Αριθμός μηνυμάτων : 1146
Ημερομηνία εγγραφής : 08/03/2013

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Αρμαγγεδών-Ο Τελικός Πόλεμος Εναντίον του Θεού Empty Απ: Αρμαγγεδών-Ο Τελικός Πόλεμος Εναντίον του Θεού

Δημοσίευση από amnos Παρ Απρ 12, 2013 12:42 pm

vas019 έγραψε:Άμ. 8:8 καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια καὶ καταβήσεται ὡς ποταμὸς αἰγύπτου
Άμ. 8:9 καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος ὁ θεός καὶ δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς
Άμ. 8:10 καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα καὶ θήσομαι αὐτὸν ὡς πένθος ἀγαπητοῦ καὶ τοὺς μετ' αὐτοῦ ὡς ἡμέραν ὀδύνης


---->ΕΔΩ ΦΑΙΝΕΤΑΙ ΟΤΙ ΘΑ ΕΙΝΑΙ ΕΟΡΤΗ ...ΠΡΟΒΛΗΜΑΤΙΖΟΜΑΙ ΓΙΑ ΤΗΝ ΟΡΘΟΔΟΞΗ ΕΟΡΤΗ (ΠΑΣΧΑ|)ΑΛΛΑ ΔΕΝ ΤΗΝ ΑΠΟΚΛΕΙΨΩ...
amnos
amnos

Αριθμός μηνυμάτων : 1146
Ημερομηνία εγγραφής : 08/03/2013

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Αρμαγγεδών-Ο Τελικός Πόλεμος Εναντίον του Θεού Empty Απ: Αρμαγγεδών-Ο Τελικός Πόλεμος Εναντίον του Θεού

Δημοσίευση από amnos Παρ Απρ 12, 2013 12:42 pm

vas019 έγραψε:Σοφ. 1:15 ἡμέρα ὀργῆς ἡ ἡμέρα ἐκείνη ἡμέρα θλίψεως καὶ ἀνάγκης ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ ἡμέρα σκότους καὶ γνόφου ἡμέρα νεφέλης καὶ ὁμίχλης
Σοφ. 1:16 ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς
Σοφ. 1:17 καὶ ἐκθλίψω τοὺς ἀνθρώπους καὶ πορεύσονται ὡς τυφλοί ὅτι τῷ κυρίῳ ἐξήμαρτον καὶ ἐκχεεῖ τὸ αἷμα αὐτῶν ὡς χοῦν καὶ τὰς σάρκας αὐτῶν ὡς βόλβιτα
Σοφ. 1:18 καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς κυρίου καὶ ἐν πυρὶ ζήλους αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν
amnos
amnos

Αριθμός μηνυμάτων : 1146
Ημερομηνία εγγραφής : 08/03/2013

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Αρμαγγεδών-Ο Τελικός Πόλεμος Εναντίον του Θεού Empty Απ: Αρμαγγεδών-Ο Τελικός Πόλεμος Εναντίον του Θεού

Δημοσίευση από amnos Παρ Απρ 12, 2013 12:43 pm

vas019 έγραψε:υἱὸς γὰρ Σολομῶνος τὸ κατὰ σάρκα Χριστός, εἰς ὃν ὁ ψαλμὸς
ἀνατίθεται εἶτα ἐπάγων κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου
ἐν κρίσει. ὅτι δὲ καὶ πολεμεῖ ὁ αὐτός, δηλοῖ στρατιωτικῶς αὐτὸν ὁπλίζων ἐν τῷ
λέγειν περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου
καὶ τῷ κάλλει σου, καὶ ἔντεινον, καὶ κατευοδοῦ καὶ βασίλευε, εἶτα προστιθεὶς τὰ
βέλη σου ἠκονημένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται. οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ φησι φλὸξ πυρός. τὴν κατὰ τῶν πολεμίων ὀργὴν ἡ τῶν ὀφθαλμῶν ἐμφαίνει
πύρωσις.


Αγιος Οικουμενιος,
Σχολια στην Αποκαλυψη 205
amnos
amnos

Αριθμός μηνυμάτων : 1146
Ημερομηνία εγγραφής : 08/03/2013

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Αρμαγγεδών-Ο Τελικός Πόλεμος Εναντίον του Θεού Empty Απ: Αρμαγγεδών-Ο Τελικός Πόλεμος Εναντίον του Θεού

Δημοσίευση από amnos Παρ Απρ 12, 2013 12:44 pm

vas019 έγραψε:" περὶ τούτων τῶν δέκα βασιλέων ἤτοι κεράτων ὁ σοφώτατος προφήτης Δανιὴλ .....οὗτοί φησι μετὰ τοῦ ἀρνίου πολεμήσουσι. πρὶν γὰρ ὅλως ὑπὸ τοῦ ἀντιχρίστου καθαιρεθῆναι, διώξουσι τὴν ἐκκλησίαν οὗτοι περὶ ὧν ὁ λόγος""

Αγιος Οικουμενιος,
Σχολια στην Αποκαλυψη 190
amnos
amnos

Αριθμός μηνυμάτων : 1146
Ημερομηνία εγγραφής : 08/03/2013

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Αρμαγγεδών-Ο Τελικός Πόλεμος Εναντίον του Θεού Empty Απ: Αρμαγγεδών-Ο Τελικός Πόλεμος Εναντίον του Θεού

Δημοσίευση από amnos Παρ Απρ 12, 2013 12:44 pm

vas019 έγραψε:ἡ δὲ ὀπτασία ἀκριβέστερον ὑπογράφουσα ἐν τῷ στόματι παρέχει. δι' οὗ σημαίνεται ὅτι τῷ λόγῳ τοῦ Θεοῦ πάντα οὐσιοῦται καὶ ὁ τοῦτον παραβαίνων κατά τι οὐκ ἀτιμώρητος ἔσται ἵνα ἐν αὐτῷ πατάξῃ τὰ ἔθνη. ἔθνη ποῖα; τὰ συστρατευόμενα τῷ ἀντιχρίστῳ κατὰ τῶν τοῦ Χριστοῦ δούλων καὶ ὑπ' αὐτὸν τεταγμένα. καὶ αὐτός φησι ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ἤθελε μὲν γὰρ ὁ Κύριος, ὡς αὐτοαγαθότης ὢν καὶ ἐλεημοσύνη, ῥάβδῳ ποιμαντικῇ καὶ παρακλητικῇ ποιμᾶναι ταῦτα τὰ ἔθνη περὶ ὧν ὁ λόγος, ἄγειν τε αὐτὰ εἰς τόπον χλόης καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐκτρέφειν. ἀλλ' ἐπεὶ μὴ βεβούληνται τοῦτο, σιδηρᾷ ῥάβδῳ ποιμανθήσονται, τουτέστιν αὐστηρᾷ καὶ θανατηφόρῳ. οὓς γὰρ λόγος οὐ μεταρρυθμίζει, τούτους τιμωρία πάντως ἐκδέχεται. καὶ ὅτι τὴν αὐστηρὰν καὶ τιμωρητικὴν δηλοῖ ἡ ῥάβδος ἡ σιδηρᾶ,

Αγιος Οικουμενιος,
Σχολια στην Αποκαλυψη 210
amnos
amnos

Αριθμός μηνυμάτων : 1146
Ημερομηνία εγγραφής : 08/03/2013

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Αρμαγγεδών-Ο Τελικός Πόλεμος Εναντίον του Θεού Empty Απ: Αρμαγγεδών-Ο Τελικός Πόλεμος Εναντίον του Θεού

Δημοσίευση από amnos Παρ Απρ 12, 2013 12:45 pm

vas019 έγραψε:καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν ῥομφαίᾳ τοῦ καθημένου τοῦ ἵππου τῇ
ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν
σαρκῶν αὐτῶν.
οἶμαι τοῦτον τὸν ἅγιον ἄγγελον περὶ οὗ νῦν ὁ λόγος στρατοκήρυκά τινα ὑπάρχειν τῆς θείας παρατάξεως. καὶ πᾶσιν ἐγκελεύεσθαι τοῖς ἐν οὐρανῷ ἁγίοις ἀγγέλοις, οὓς τροπικῶς ὄρνεα καλεῖ διὰ τὸ μετέωρον αὐτῶν καὶ ἀεροπόρον, μετασχεῖν τοῦ κατὰ τῶν ἐχθρῶν φόνου· οὐχ ὅτι ἀνίκανος ἦν καὶ εἷς ἄγγελος πᾶσαν τῶν πολεμίων ἀνελεῖν τὴν παράταξιν, τοῦτο γὰρ ἔδειξε σαφῶς ὁ ἐν μιᾷ νυκτὶ τῶν Ἀσσυρίων πατάξας ἕκατον ὀγδοηκονταπέντε χιλιάδας, ἀλλ' ἵνα πάντες μέτοχοι γένωνται τῆς κατὰ τῶν ἐχθρῶν εὐφροσύνης.

Αγιος Οικουμενιος,
Σχολια στην Αποκαλυψη 211
amnos
amnos

Αριθμός μηνυμάτων : 1146
Ημερομηνία εγγραφής : 08/03/2013

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Αρμαγγεδών-Ο Τελικός Πόλεμος Εναντίον του Θεού Empty Απ: Αρμαγγεδών-Ο Τελικός Πόλεμος Εναντίον του Θεού

Δημοσίευση από amnos Παρ Απρ 12, 2013 12:45 pm

vas019 έγραψε:ἢ οὖν τοῦτο, ἢ ὅτι ἐν τῷ φωτὶ οἷον ἐν πνεύματι ἐποιεῖτο τὸ κήρυγμα, καὶ τῶν μελλόντων ἔσεσθαι φόνων ἔλεγε τὴν ἀπόβασιν ....ἵνα φησὶ φάγητε σάρκας βασιλέων. καὶ τῶν δε καὶ τῶν δε βρῶσιν καλεῖ τὴν ἐπὶ τῷ θανάτῳ τῶν ἐχθρῶν χαρμονήν· ....ἐποίησαν μὲν τὸν πόλεμον μετὰ τοῦ Κυρίου καὶ τῶν θείων ἀγγέλων ὅ τε Διάβολος καὶ ὁ ἀντίχριστος, τοῦτον γὰρ καλεῖ ψευδοπροφήτην τοῦ θηριώδους Διαβόλου, καὶ οἱ τούτοις συστρατεύοντες βασιλεῖς..ζῶντές φησιν ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρός, καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν ῥομφαίᾳ

ὢ δικαιοσύνης ὑπερβολή. οὐ τῆς αὐτῆς ἠξίωσε κολάσεως τούς τε αἰτίους τοῦ πολέμου καὶ τοὺς συναιτίους· ἀλλ' οἱ μὲν δύο, ὁ Διάβολος τουτέστι καὶ ὁ ἀντίχριστος, τῷ πυρὶ κατεδικάσθησαν, ἐν ᾧ ζῶντες διαιωνίσουσι, τοῦτο γὰρ αἰνίττεται τὸ ζῶντας αὐτοὺς ἐν τῷ πυρὶ βληθῆναι· οἱ δὲ λοιποὶ ξίφει ἀνηρέθησαν

Αγιος Οικουμενιος,
Σχολια στην Αποκαλυψη 212-213
amnos
amnos

Αριθμός μηνυμάτων : 1146
Ημερομηνία εγγραφής : 08/03/2013

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Αρμαγγεδών-Ο Τελικός Πόλεμος Εναντίον του Θεού Empty Απ: Αρμαγγεδών-Ο Τελικός Πόλεμος Εναντίον του Θεού

Δημοσίευση από amnos Παρ Απρ 12, 2013 12:47 pm

vas019 έγραψε:Καταλαβαμε δηλαδη οτι τα ΟΡΝΕΑ της ΑΠΟΚΑΛΥΨΗΣ ειναι οι Αγιοι Αγγελοι του Θεου, ισως ενα ειδικο ταγμα εξολοθρευτων με υπερφυσικες δυναμεις που ο ΙΔΙΟΣ αποκαλει συμβολικα -πειρακτικα Ορνεα..

Και Ενας θα εφτανε για ΟΛΟ τον στρατο του αντιχριστου και των βασιλεων της γης, αλλα θελουν να λαβουν ολοι μερος...Ο ΣΟΥΠΕΡΜΑΝ μπροστα στις ουρανιες δυναμεις ειναι νανος ...Το ιδιο νανακια θα ειναι και τα τεχνολογικα εξελιγμενα στρατευματα του αντιχριστου , τα ρομποτ και οτιδηποτε αλλο..

Καταστροφη υπερφυσικη απο το υπερπεραν θα ερθει ...
amnos
amnos

Αριθμός μηνυμάτων : 1146
Ημερομηνία εγγραφής : 08/03/2013

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Επιστροφή στην κορυφή

- Παρόμοια θέματα

 
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης